13
θʹ.Περὶ μέλιτος.Μέλι καὶ ξηραίνει καὶ θερμαίνει
14
κατὰ τὴν δευτέραν τάξιν. ἔστι δ’ ἁπλῆς ὡς ἔνι μάλιστα δυνάμεώς
15
τε καὶ κράσεως, τῆς ῥυπτικῆς ὀνομαζομένης ἡμῖν
16
συνήθως ἰδέας ὑπάρχων τῶν φαρμάκων, ἑψηθὲν δὲ ἧττον
17
γίνεται δριμὺ καὶ ῥυπτικὸν, ὅθεν εἰς τὰς τῶν κόλπων κολλήσεις
18
αὐτῷ χρῶνται. εἰ δέ τι μέλι πικρόν ἐστιν, ὥσπερ καὶ 12.71
1
τὸ ἐν Σαρδόνι, πρόδηλον ὅτι καὶ τοῦτο μικτῆς ἐστι δυνάμεως,
2
ὡς εἰ καὶ ἡμῶν τις ἀψίνθιον ἔμιξεν αὐτῷ. καὶ τὸ
3
σάκχαρ δὲ καλούμενον, ὅπερ ἐξ Ἰνδίας τε καὶ τῆς εὐδαίμονος
4
Ἀραβίας κομίζεται, περιπήγνυται μὲν, ὥς φασι, καλάμοις,
5
ἔστι δέ τι καὶ αὐτὸ μέλιτος εἶδος. ἧττον μὲν οὖν ἐστιν
6
ἢ τὸ παρ’ ἡμῖν γλυκὺ, τὴν δύναμιν δὲ παραπλήσιον αὐτῷ,
7
καθ’ ὅσον ἀποῤῥύπτει καὶ ξηραίνει καὶ διαφορεῖ, καθ’ ὅσον
8
οὔτε κακοστόμαχόν ἐστιν, ὡς τὸ παρ’ ἡμῖν, οὔτε διψῶδες
9
ἀποκεχώρηκε τῆς οὐσίας αὐτοῦ.